Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 8-8
Not analysed yet
καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας εἰσοίσει εἰς αἴγυπτον, καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ. ἐν γὰρ τῇ πρώτῃ καὶ δευτέρᾳ συμπλοκῇ οἱ πτολεμαῖοι νενικήκασιν, ὡς αἱ ἱστορίαι διδάσκουσι· λέγει δὲ καὶ ἰώσηππος οὕτως· τοὺς γὰρ ἰουδαίους ἐπ’ ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς ἀσίας, ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακουχουμένης καὶ τοὺς τὴν κοίλην συρίαν νεμομένους. πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν φιλοπάτορα πτολεμαῖον καὶ πρὸς τὸν υἱὸν αὐτοῦ πτολεμαῖον, ἐπικληθέντα δὲ ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς καὶ νικῶντος καὶ πταίοντος τὰ αὐτὰ πάσχειν. καὶ μετὰ βραχέα νικήσας μέντοι τὸν πτολεμαῖον ὁ ἀντίοχος τὴν ἰουδαίαν προσάγεται. τελευτήσαντος δὲ τοῦ φιλοπάτορος ὁ παῖς αὐτοῦ μεγάλην ἐξέπεμψε δύναμιν καὶ στρατηγὸν τὸν σκοπᾶν ἐπὶ τοὺς ἐν τῇ κοίλῃ συρίᾳ · ὃς πολλάς τε αὐτῶν πόλεις παρέλαβε καὶ τὸ ἡμέτερον ἔθνος· πολεμούμενον γὰρ αὐτῷ προσέθετο. μετ’ οὐ πολὺ δὲ τὸν σκοπᾶν ὁ ἀντίοχος νικᾶ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ ἰορδάνου καὶ πολλὴν αὐτοῦ τῆς στρατείας διέφθειρεν· ὕστερον δὲ ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ κοίλῃ συρίᾳ πόλεις, ἃς ὁ σκοπᾶς κατεσχήκει, καὶ τὴν σαμάρειαν ἑκουσίως αὐτῷ προσέθεντο ἰουδαῖοι καὶ τῇ πόλει δεξάμενοι πᾶσαν αὐτοῦ τῇ τε στρατείᾳ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον καὶ τοὺς ὑπὸ τοῦ σκοπᾶ καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν. καὶ ἵνα μὴ καὶ τὰ ἄλλα λέγων πέρα τοῦ μέτρου μηκύνω τὸ σύγγραμμα, εἰς ἐκεῖνα τὸν βουλόμενον παραπέμπω.