Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-10
Not analysed yet
μακάριος ὁ ὑπομένων, καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. αἰνίττεται δὲ καὶ παραδηλοῖ ὡς τούτου τὴν θεήλατον δεξαμένου πληγὴν ἐπιμενεῖ μὲν ὁ μέγας ἠλίας κηρύττων τὰς ὑπολοίπους πέντε καὶ τεσσαράκοντα, φανήσεται δὲ ὁ δεσπότης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενος, καὶ στεφανώσει τοὺς ἄσυλον τῆς ὑπομονῆς τὸ κτῆμα φυλάξαντας. τοῦτο δὲ καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. καὶ ἐντεῦθεν δὲ ἔστι μαθεῖν ἀκριβῶς, ὡς οὐδὲν τούτων ἁρμόττει τῷ ἀντιόχῳ . ἐπ’ ἐκείνου μὲν γὰρ δισχιλίας τριακοσίας ἡμέρας ἔφη, ἐπὶ δὲ τοῦ ἀντιχρίστου χιλίας διακοσίας ἐννενήκοντα κρατήσειν τὴν συμφοράν· ὥστε καὶ τοῦ χρόνου τὴν διαφορὰν μαρτυρεῖν τῇ τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾷ.