Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-4
Not analysed yet
ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ. ἀντὶ τοῦ ὑπερβάλλουσαν ἔχει τὴν τοῦ πνεύματος χάριν. ἔπειτα καταλέγει τῆς πνευματικῆς ἐνεργείας τὰ εἴδη. καὶ φρόνησίς φησι καὶ σύνεσις, συγκρίνων ἐνύπνια, καὶ ἀναγγέλλων κρατούμενα, καὶ λύων συνδέσμους, δανιήλ . οὗτος γὰρ θείου πνεύματος δοχεῖον γενόμενος, σοφῶς μὲν ἅπαντα βουλεύεται, συνετῶς δὲ ἅπαντα φθέγγεται τὰ δὲ τῶν ἐνυπνίων αἰνίγματα δῆλα ποιεῖ, καὶ τὰ ἀσαφίᾳ τινὶ κεκρυμμένα τῆς ἀσαφίας ἐλευθεροῖ, καὶ οἷον ὑποδέσμους τινὰς ὄντα καὶ σήμαντρα, καὶ ὡς ἐν ταμιείοις φρουρούμενα τῶν δεσμῶν ἀπαλλάττων, διαλύει τε καὶ ἀνοίγνυσι, καὶ εἴσω τούτων τοὺς βουλομένους ποιεῖ· τοῦτο γὰρ σημαίνει τό· ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους, δανιήλ . τούτου φησὶ χάριν ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα βαλτάσαρ. ἐπειδὴ γὰρ εἶδεν αὐτὸν ὑπὸ θείας φωτιζόμενον ἐνεργείας, τῆς τοῦ θεοῦ αὐτοῦ προσηγορίας ἠξίωσε. νῦν οὖν κληθήτω δανιήλ ,καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελεῖ σοι. καὶ οὐ λέγει· κληθήτω βαλτάσαρ· τῇ γὰρ πείρᾳ μεμαθηκότες τοῦ προφήτου τὴν δύναμιν, προτιμῶσι τῆς χαλδαίας τὴν ἑβραίαν προσηγορίαν· οὗ χάριν ἐφεξῆς λοιπὸν αὐτὸν δανιὴλ ὀνομάζουσι.