Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14-3
Not analysed yet
τότε ὁ βασιλεὺς ὡς τὸ ῥῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ’ αὐτῷ, καὶ περὶ τοῦ δανιὴλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτόν. ἀλλ’ οἱ κακοήθεις ἄνδρες ἐκεῖνοι, καὶ κακουργίᾳ συζῶντες, ἔγνωσαν τὸν τοῦ βασιλέως σκοπόν. τοῦτο γὰρ σημαίνει τὸ παρῃτήσαντο οἱ ἄνδρες ἐπὶ τὸν βασιλέα· ἀντὶ τοῦ· συνῆκαν ὡς τῷ δανιὴλ συναγωνίζεται. εἶτα λέγουσι τῷ βασιλεῖ·