Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-6
Not analysed yet
καὶ τὸ ἅγιόν φησιν ἐρημωθήσεται, καὶ ἐδόθη φησὶν ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε, καὶ εὐοδώθη. μανίᾳ γὰρ καὶ τυραννίδι χρώμενος, μιᾶναι μὲν τετόλμηκε τὸ θυσιαστήριον παρανόμῳ θυσίᾳ χρησάμενος, ἔρημον δὲ τοῦ κόσμου τὸν θεῖον κατέστησε νεών, ἐπάτησε δὲ τῆς δικαιοσύνης τοὺς νόμους, τὸν ἄδικον φόνον τοῖς εὐσεβέσιν ἐπαγαγών, καὶ τέως φησὶν εὐωδοῦτο ταῦτα ποιῶν. εἶτα