Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-8
Not analysed yet
καὶ πᾶς ἰσραὴλ παρέβησαν τὸν νόμον σου, καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου. εἰ γὰρ οἱ μὲν παρέβησαν, οἱ δὲ φύλακες ἀκριβεῖς τῶν σῶν νόμων ἐγένοντο, οὐκ ἂν τὴν συμφορὰν ὑπέμειναν ταύτην· ἐπειδὴ δὲ κοινὴ παρὰ πάντων ἡ παρανομία τετόλμηται εἰκότως φησίν· ἐπῆλθεν ἐφ’ ἡμᾶς ἡ κατάρα, καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ μωυσῆ δούλου τοῦ θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ. ὅρκον δὲ καλεῖ τὸν ἐν τῷ δευτερονομίῳ ὑπὸ τοῦ θεοῦ γεγενημένον· ἀρῶ γάρ φησιν εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα, ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ ἐκδικήσω καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς μου καὶ τοῖς μισοῦσί με ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀφ’ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν. καὶ μικρὸν πρὸ τούτων· εἶπά φησι διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. τὴν δὲ κατάραν, τὴν ἀπὸ τῶν ἓξ φυλῶν, τὴν ἐν τῷ ὄρει τῷ γεβὰλ γεγενημένην λέγει. ἐκεῖνός φησι τοίνυν ὁ ὅρκος καὶ ἡ κατάρα ἡ ἐν τῷ νόμῳ μωσέως γεγενημένη πέρας ἔλαβεν ἐφ’ ἡμῶν.