Ancient Greek · ~3 min
9 to 10
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 9-6-10
Not analysed yet
τοῦ κυρίου δὲ θεοῦ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ ἱλασμοί. πρέπει γάρ σοι ἡμέρῳ ὄντι καὶ φιλανθρώπῳ, ἐλέῳ καὶ οἴκτῳ περὶ ἡμᾶς χρήσασθαι. καὶ ἐπιμένων τῇ τῆς παρανομίας κατηγορίᾳ –ἤκουσε γὰρ τοῦ θεοῦ δι’ ἑτέρου προφήτου λέγοντος· λέγε σὺ τὰς ἀνομίας σου πρῶτον, ἵνα δικαιωθῇς –,οἰκειοῦται τὴν τοῦ λαοῦ παρανομίαν καὶ τὴν ταύτης ποιεῖται κατηγορίαν, τὸν θεῖον ἔλεον ἐπαγγέλλων. ὅτι ἀπέστημέν φησι καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν. φωτιζόμενοι γάρ φησιν ὑπὸ τῶν προφητῶν καὶ ποδηγούμενοι πρὸς τὸ δέον ἀντιλέγοντες πάντα τὸν χρόνον διετελέσαμεν.