Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-7
Not analysed yet
καὶ ἔστησε τοὺς λόγους αὑτοῦ, οὓς ἐλάλησεν πρὸς ἡμᾶς, καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, καὶ ὅσοι ἔκριναν ἡμᾶς ,ἐπαγαγεῖν ἐφ’ ἡμᾶς κακὰ μεγάλα. καὶ δεικνὺς τὴν τῶν κακῶν ὑπερβολήν, οἷα φησὶν οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ κατὰ τὰ γενόμενα ἐν ἱερουσαλήμ . οὐ γὰρ εὑρίσκω φησὶ παράδειγμα τῶν ἡμετέρων κακῶν. εἶτα διδάσκων τῆς θείας προρρήσεως τὸ ἀψευδές ·