Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 6-4
Not analysed yet
ὁ κήρυξ, φησίν, ἐβόα ἐν ἰσχύι, τουτέστι μεγίστῃ χρώμενος τῇ φωνῇ, ὑμῖν λέγεται, ἔθνη, λαοί, φυλαί, γλῶσσαι. ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένουςμουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησε ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. oὕτως ἥρπασεν ὁ δείλαιος ὡς ἐνόμισε τὴν θείαν τιμὴν καὶ οὐκ ἀπέχρησεν αὐτῷ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῇ εἰκόνι προσφέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνομοθέτησε καὶ καταπλήττει μὲν ἅπαντας τῇ τε ὕλῃ καὶ τέχνῃ καὶ τῷ μεγέθει τῆς εἰκόνος κατακηλεῖ δὲ καὶ καταθέλγει τῇ παντοδαπῇ τῶν μουσικῶν ὀργάνων ἤχῇ τοὺς δὲ μήτε τὸ μέγεθος τῆς εἰκόνος ἐκπληττομένους, μήτε ὑπὸ τῆς τῶν ὀργάνων ᾠδῆς τε καὶ ἡδονῆς καταθελγομένους τῇ ἀπειλῇ τῆς καμίνου δεδίττεται. καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων οὐ διήμαρτε τοῦ σκοποῦ· ἑώρα γὰρ ἅπαντας τὸ κελευόμενον ποιοῦντας καὶ φόβῳ καὶ ἡδονῇ δουλεύειν εἰθισμένους· μόνοι δὲ οἱ τρισμακάριοι παῖδες ἐκεῖνοι τὴν πατρῴαν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλείᾳ φυλάξαντες, ἀνανίας καὶ ἀζαρίας καὶ μισαὴλ, ἠρνήθησαν μὲν τὴν προσκύνησιν οὐκἔλαθον δὲ τοὺς δυσσεβείᾳ συζῶντας χαλδαίους, οἳ κοινωνοὺς ἅπαντας ἔχειντῆς ἀσεβείαςἠβούλοντο. αὐτίκα τοίνυν προσίασι μὲν τῷ βασιλεῖ ἀναμιμνήσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου διαῤῥήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυνεῖν τὴν εἰκόνα καὶτοῖς τοῦτο ποιεῖν παραιτουμένοις ἀπειλοῦντος τὴν κάμινον· εἰσαγγέλλουσι δὲ τοὺς ἱεροὺς ἄνδρας ἐκείνους λέγοντες, ὅτι