Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13-3
Not analysed yet
ἐθεώρουν τοίνυν, φησὶν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ καὶ ἅγιος ἀπ’ οὐρανοῦ κατέβη. εἲρ δὲ καλεῖ τὸν ἐγρηγορότα· τοῦτο γὰρ ἑρμηνεύεται τῇ ἑλλάδι φωνῇ. ἐγρηγορότα δὲ καλεῖ τὸν ἄγγελον, ἵνα τούτου σημήνῃ τὸ ἀσώματον· ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλεύει· ὁ δὲ ὕπνου κρείττων σώματος ἐλεύθερος. εἶδον τοίνυν φησίν, ἄγγελον, ἀσώματον ἔχοντα φύσιν, ὃς ἀπ’ οὐρανοῦ κατέβη.