Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13-4
Not analysed yet
τότε γάρ φησι δανιὴλ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς τῷ δανιήλ · σὺ εἶ δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας; ἔοικεν οὗτος ὑπὸ πολλῆς δυσσεβείας μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τὴν τοῦ δανιὴλ συνουσίαν φυγών· διὸ παραυτίκα τῷ δέει καταπλαγεὶς τοὺς μὲν μάγους καὶ τοὺς χαλδαίους καλεῖ, τοῦ δὲ προφήτου καὶ τὴν μνήμην τῆς διανοίας ἐξέβαλεν. ἐπειδὴ δὲ ἡ μήτηρ αὐτοῦ ἀνέμνησε τῶν ἐπὶ τοῦ πατρὸς γεγενημένων θαυμάτων, καὶ κληθεὶς εἰσῆλθεν ὁ δανιήλ ,ἐπέγνω μὲν αὐτὸν παραυτίκα· οὐ γὰρ ἂν, εἴπερ ἠγνόησε, τοῦ γένους ἀνέμνησε, καὶ τὴν αἰχμαλωσίαν τῆς ἰουδαίας εἰς μέσον παρήγαγεν. πυνθάνεται δὲ ὅμως καί φησι· σὺ εἶ δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας; καὶ μηδέπω συνομολογήσαντος ἐκείνου·