Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13-5
Not analysed yet
ἤκουσά τινος ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ· τῷ λαλοῦντι· ἕως πότε ἡ ὅρασις στήσεται, καὶ ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον, καὶ ἡ δύναμις συμπατηθήσεται; τὸ φελμουνὶ τὸν τινὰ σημαίνει τῇ ἑλλάδι φωνῇ· μαρτυρεῖ δὲ τούτοις καὶ ἡ σύρων φωνὴ γειτνιάζουσα τῇ ἑβραίᾳ. φησὶ τοίνυν ὁ μακάριος δανιὴλ ὅτι ἤκουσά τινος ἁγίου ἕτερον ἅγιον ἐρωτῶντος. δῆλον δὲ ὅτι ἀγγέλους διαλεγομένους ὁρᾷ καὶ βουλομένους μαθεῖν, πόσος ἐστὶν ὁ χρόνος τῆς τολμωμένης ἀσεβείας τε καὶ παρανομίας, τῆς τε τοῦ ναοῦ ἐρημίας, καὶ τῆς ἀθέσμου καὶ βδελυρᾶς θυσίας, καὶ τῆς τοῦ λαοῦ καταδυναστείας.