Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13-6
Not analysed yet
καθώς φησι γέγραπται ἐν τῷ νόμῳ μωυσέως καὶ τῆς τιμωρίας ἐμφαίνων τὸ δίκαιον πάντα φησὶ τὰ κακὰ ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ θεοῦ ἡμῶν, ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν, καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου, κύριε. οὐδὲ γὰρ τῶν τοσούτων ἡμῖν καὶ τηλικούτων ἐπενεχθεισῶν συμφορῶν, μεταμελείᾳ χρήσασθαι ἠβουλήθημεν, καὶ παύσασθαι μὲν τῆς προτέρας παρανομίας, θεραπεῦσαι δέ σε τῇ φυλακῇ τῶν νόμων. διό φησιν·