Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13-7
Not analysed yet
ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν, ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ. αὖθις γάρ φησι μείζω τῆς προτέρας συναγαγὼν στρατείας ὁρμήσει κατὰ τῆς αἰγύπτου, ποιήσει δὲ τοῦτο περὶ τὸ τέλος τῆς ἑαυτοῦ βασιλείας· τοῦτο γὰρ σημαίνει εἰς τὸ τέλος τῶν καιρῶν καὶ ἐπελεύσεται εἰσόδια ἐν δυνάμει πολλῇ. ἐνταῦθα διπλασιασμός ἐστιν ἑβραικός· ἠβουλήθη γὰρ εἰπεῖν, ὅτι εἰσόδῳ μεγάλῃ χρήσεται. ἰδίωμα δέ ἐστι καὶ ἑβραίων, καὶ σύρων· καὶ οὗτοι γὰρ κἀκεῖνοι λέγειν εἰώθασιν· εἰσερχόμενος εἰσελήλυθε, καὶ ἐξερχόμενος ἐξελήλυθε, καὶ ἐσθίων ἐσθίει, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὁμοίως. πλείονι τοίνυν οἱ ἑρμηνευταὶ ἀκριβείᾳ χρώμενοι, καὶ τοῖς ἑβραίοις ἰδιώμασιν ἠκολούθησαν.