Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 15
Not analysed yet
καὶ εἰσήκουσε γὰρ αὐτῶν φησίν εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως. ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένῳ. τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες ὤφθησαν ἀμείνους πολλῷ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης.