Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14
Not analysed yet
καὶ ἐφώνησεν ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν· ἐκκόψατε τὸ δένδρον, καὶ ἐκτείλατε τοὺς κλάδους αὐτοῦ, καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ. καὶ βλέπει μὲν τὸν ἄγγελον ἀπ’ οὐρανοῦ καταβαίνοντα, ἵνα μάθῃ, ὡς αὐτὸς ὁ τῶν ὅλων δεσπότης τὴν κατ’ αὐτοῦ ἀπόφασιν ἐποιήσατο. διδάσκεται δὲ καὶ τίς ὁ δεδωκὼς αὐτῷ τὴν βασιλείαν, καὶ ἀποτιθέμενος τὴν βασιλείαν· ὁρᾷ γὰρ τὸ μὲν δένδρον ἐκτεμνόμενον, τοὺς δὲ κλάδους χωριζομένους, τουτέστι, τοὺς ὑπάρχους, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας, καὶ τοὺς ἄλλην τινὰ παρ’ αὐτοῦ ἡγεμονίαν πεπιστευμένους· τὰ δὲ φύλλα ἐκτινασσόμενα ἣν περιεβέβλητο δόξαν δίκην φύλλων ἐκρέουσάν τε καὶ μαραινομένην· τὸν δὲ καρπὸν διασκορπιζόμενον· τοῦ γὰρ βασιλέως ἐκείνῃ περιπεσόντος τῇ συμφορᾷ, οἱ τὸν δασμὸν ἀπαιτοῦντες εἰς ἑαυτοὺς λοιπὸν ἀδεῶς τὸ κέρδος παρέπεμπον. σαλευθήτω, φησὶ τὰ θηρία ὑποκάτωθεν αὐτοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ. οἱ γὰρ παρὰ γνώμην δουλεύειν ἠναγκασμένοι, ἀφορμὴν εὑρόντες τὴν τοῦ βασιλέως μεταβολὴν τοῦ ὑπακούειν ἀπέστησαν.