Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14-2
Not analysed yet
ἤκουσα, φησί, περὶ σοῦ, ὅτι πνεῦμα ἅγιον ἐν σοὶ καὶ γρηγόρησις, καὶ σύνεσις, καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί. ἁρμόττει καὶ περὶ τούτου λέγεσθαι, ὃ περὶ τοῦ ἰσραὴλ ἔλεγεν ὁ προφήτης· ὅταν ἀπέκτεινεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν. ἰδοὺ γὰρ καὶ τοῦτον τὸ τῆς θείας ἀποφάσεως κατηνάγκασε δέος, τὸν ὄντα θεὸν ἀντὶ τῶν οὐκ ὄντων ὀνομάζειν θεόν, καὶ τοῦ ἁγίου πνεύματος τὴν χάριν ὑμνεῖν, καὶ κατηγορεῖν μὲν τῶν σοφῶνβαβυλῶνος, ὡς τὴν θείαν οὐ δυνηθέντων γνῶναι γραφήν, παρακαλεῖν δὲ τὸν τοῦ θεοῦ προφήτην δῆλα ποιῆσαι τὰ ἀγνοούμενα. ὑπισχνεῖται δὲ αὐτῷ καὶ τὴν πορφυρίδα δώσειν, καὶ τὸν μανιάκην καὶ τὴν τρίτην τάξιν τῆς βασιλείας. ἀλλ’ ὁ μακάριος δανιὴλ γελάσας τοῦ δυσσεβοῦς τὰς βασιλικὰς ὑποσχέσεις, εἶπεν αὐτῷ