Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14-5
Not analysed yet
καὶ εἶπεν αὐτῷ, φησίν· ἕως ἑσπέρας καὶ πρωΐ, ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. ἑσπέραν δὲ ἐκάλεσε τὴν ἀρχὴν τῶν συμφορῶν, πρωῒ δὲ τὸ τέλος τῶν συμφορῶν· ἐπειδὴ νυκτὶ καὶ σκότῳ ἕοικε τὰ λυπηρά. ἀπὸ τοῦ νῦν φησὶ τῆς ἀρχῆς τῶν κακῶν, ἕως τέλους τόσος ἔστϊ χρόνος. ψηφιζόμεναι δὲ αἱ ἡμέραι αὗται ποιοῦσιν ἓξ ἐτῶν ἀριθμόν, καὶ ἓξ μηνῶν, κατὰ τὴν ἑβραίων ψῆφον· τοσοῦτον γὰρ ἐκράτησε χρόνον τῶν ἰουδαίων ἡ συμφορά.