Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14-6
Not analysed yet
ἐγρηγόρησε κύριος ὁ θεὸς ἡμῶν ἐπὶ τὴν κακίαν ἡμῶν, καὶ ἤγαγεν αὐτὴν ἐφ’ ἡμᾶς. ὥσπερ γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τὴν ἀξίαν τῶν πεπολιτευμένων ἡμῖν ἐπήγαγε τιμωρίαν· ὅτι ἅγιός φησι κύριος ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησε, διότι οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ. αὐτὸς μὲν γάρ φησιν ἀθῶός ἐστι, καὶ οὐδεμιᾶς μέμψεως ἐφ’ οἷς ἐποίησεν ἄξιος· ἡμεῖς δὲ πονηρία καὶ ἀσεβεία συζήσαντες τὴν τιμωρίαν ἐπεσπασάμεθα. οὕτω τῆς παρανομίας τὴν κατηγορίαν ποιησάμενος, ἱκετεύει λοιπὸν καὶ τὴν φιλανθρωπίαν αἰτεῖ.