Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 14-8
Not analysed yet
καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φησὶ πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου. οὕτω γὰρ τοῦ ἀντιόχου καταγωνισαμένου τὸν πτολεμαῖον, ὡς ἀσθενοῦς λοιπὸν καὶ οἱ πλησιόχωροι καταφρονήσουσι. καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται, τοῦ στῆσαι ὅρασιν, καὶ ἐπαρθήσονται, καὶ ἀσθενήσουσι. πάλιν ἐνταῦθα υἱοὺς λοιμῶν τοὺς λοιμοὺς προσηγόρευσεν· οἱ γὰρ πονηρίᾳ φησὶ καὶ μοχθηρίᾳ τρόπων συζῶντες, καὶ τὸ δυσσεβῶς ζῆν τῆς εὐσεβείας προαιρούμενοι, πειραθήσονται διὰ τούτων τῶν βασιλέων τὴν νομικὴν καταλῦσαι λατρείαν, καὶ οὐκ ἰσχύσουσιν· ἧττον γὰρ ὄντες ἀσεβεῖς οὗτοι θεραπεύοντες τὸ ἰουδαῖον διετέλεσαν ἔθνος.