Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 15-4
Not analysed yet
πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τὴν γῆν ἐάσατε· καὶ ἐν δεσμῷ φησὶ σιδηρῷ καὶ λάκκω, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται. ὡς γὰρ φρενοβλαβείᾳ, καὶ παραπληξίᾳ καὶ φρενίτιδι νόσῳ περιπεσὼν, καὶ μεμηνὼς, καὶ κορυβαντιῶν, καὶ κατὰ πάντων λυττῶν, ἀναγκαίως δεσμὰ περιέκειτο· ἀλλ’ ὅμως οὐδὲ ταῦτα ἦν ἱκανὰ ἔνδον αὐτὸν κατέχειν· ἀλλὰ δραπετεύων ἐν ἐρήμοις διέτριβεν, ὑπαίθριος ταλαιπωρῶν, καὶ κτηνῶν δίκην τὴν πόαν σιτούμενος. τοῦτο γὰρ σημαίνει εἰρηκώς·