Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-4
Not analysed yet
τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ, καὶ τὴν σύγκρισιν γνωρίσω σοὶ βασιλεῦ. ἀποστολικὴ τῷ ὄντι τῶν προφητῶν ἡ φωνή. καὶ γὰρ ἐκείνους ὁ κύριος κήρυκας ἀποστέλλων πᾶσιν ἀνθρώποις, παρεκελεύσατο, λέγων· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. καὶ ὁ μακάριος οὗτος προφήτης ἔλεγε τῷ βασιλεῖ· τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τοῦ οἴκου σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν γνωρίσω σοι, βασιλεῦ. οὐ γὰρ ἔμαθον τὰ θεῖα πωλεῖν, οὐδὲ μισθὸν ἀνθρώπινον ὑπὲρ τῶν θείων μυστηρίων λαμβάνειν· προῖκα τοίνυν δέχου τῶν ἀγνοουμένων τὴν γνῶσιν.