Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 16-4
Not analysed yet
γνῶθι βασιλεῦ, ὅτι τὸ δόγμα μήδοις καὶ πέρσαις, τοῦ πάντα ὁρισμὸν καὶ στάσιν, ἣν ἐὰν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι. οὐκ εἶ φασὶ κύριος, ἃ νενομοθέτηκας ἀνατρέψαι· μήδων γὰρ καὶ περσῶν οἱ νόμοι παρακελεύονται τοὺς τιθεμένους νόμους παρὰ πρώτου πληροῦσθαι τοῦ βασιλέως. βιασθεὶς δὲ ὁ βασιλεὺς τῷ τε δῆθεν εὐλόγῷ τῶν λόγων καὶ τῷ πλήθει τῶν κατηγόρων, παραδίδωσι μὲν τοῖς λέουσι τὸν μακάριον δανιήλ · ἐπεύχεται δὲ αὐτῷ σωτηρίαν λέγων·