Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 16-6
Not analysed yet
καὶ νῦν, κύριε ὁ θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς αἰγύπτου ἐν χειρὶ κραταιᾷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν· κύριε, ἐν πάσῃ ἐλεημοσύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου ἀπὸ τῆς πόλεώς σου ἱερουσαλήμ ,ὄρους ἁγίου σου. ἀναμιμνήσκει τῶν προτέρων εὐεργεσιῶν, τῇ εὐγνωμοσύνῃ τῆς μνήμης τὸν ἔλεον ἐπισπώμενος, καί φησι· ῥᾴδιόν σοι, δέσποτα, τὴν ἐλευθερίαν ἡμῖν χαρίσασθαι· καὶ γὰρ ἤδη θαυματουργίαις μυρίαις, καὶ τιμωρίαις κατὰ τῶν αἰγυπτίων χρησάμενος, τῆς πικρᾶς δουλείας ἐκείνης τὸν σὸν λαὸν ἠλευθέρωσας, ὡς εἰς ἅπαντας ἀνθρώπους τῶν γεγενημένων θαυμάτων τὴν φήμην δραμεῖν, καὶ τὴν σὴν δύναμιν ἅπασι γενέσθαι δήλην. καὶ ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, καὶ τῆς σῆς φιλανθρωπίας ἀναξίους ἡμᾶς αὐτοὺς ἀπεφήναμεν, τὴν σὴν πόλιν ἱκετεύομεν τῆς σῆς ἀξιωθῆναι φειδοῦς, καὶ τὸ ὄρος ἐκεῖνο, ὃ διὰ τῆς σῆς ἐπιφανείας ἅγιον ἀπέφηνας. καὶ ἐπιμένων τῇ ὑπὲρ τῆς πόλεως ἱκετείᾳ, ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν φησὶ καὶ ταῖς ἀδικίαις ἡμῶν, καὶ τῶν πατέρων ἡμῶν, ἱερουσαλὴμ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένοντο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν. διὰ γὰρ τὰς ἡμετέρας παρανομίας καὶ ἁμαρτίας τῶν πατέρων ἡμῶν, ἡμεῖς τε τοῖς ὁμόροις ἐπίχαρτοι γεγενήμεθα, καὶ ἡ πολυθρύλλητος καὶ ἀοίδιμος πόλις τὴν ἐρημίαν ὑπέμεινεν.