Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 15-7
Not analysed yet
καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου εἰς τὴν γῆν καὶ κατενύγην. ἀκούσας γάρ ὅτι καὶ τῶν ἀγγέλων οἱ πρῶτοι δυσχεραίνουσι τὴν γινομένην εἰς τὸν λαὸν κηδεμονίαν, ἀθυμίας πάλιν ἀναπλησθεὶς συγκεκυφὼς εἱστήκειν, καὶ ἀναβλέπειν οὐ δυνάμενος.