Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 15-8
Not analysed yet
καὶ εἰσελεύσεταί φησιν ὁ βασιλεὺς τοῦ βορρᾶ, καὶ ἐκχέει πρόσχωμα, καὶ συλλήψεται πόλεις ὀχυράς. ἀντὶ τοῦ πολιορκῶν καὶ χώμασι καὶ μηχανήμασι χρήσεται. καὶ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται· τουτέστι, πάσης δυνάμεως ἔρημος γενήσεται. καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι. καὶ τοὺς ἀριστέας δὲ αὐτοῦ συλλέγων ὀνήσει πλέον οὐδέν.