Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 16-3
Not analysed yet
καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ· ἐν τῷ χόρτῳ τῆς γῆς ἡ καρδία αὐτοῦ· ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται. καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐτόν. καὶ τοῦτο δὲ τὴν τοῦ θεοῦ μακροθυμίαν δηλοῖ· χρόνῳ γὰρ βραχεῖ τὴν τιμωρίαν περιορίζει, ἀναμένων τὴν ἀπὸ τῆς παιδείας τεχθησομένην μεταμέλειαν. εἶτα δείκνυσιν ὡς ἀναντιρρήτως ἔσται τὰ εἰρημένα.