Ancient Greek · ~7 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-8
Not analysed yet
καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου καὶ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησα καὶ εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον μου· κύριε, ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν. καὶ πῶς δυνήσεται, κύριε, ὁ παῖς σου λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; καὶ ἐγὼ ἠσθένησα καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. θεασάμενός με φησὶν πάλιν ἀγωνίας ἀνάπλεως, οἷόν τινι ἀνθρωπείᾳ χειρὶ τῶν χειλέων μου ἁψάμενος ἐντέθεικέ μοι διαλέξεως δύναμιν, καὶ εἶπον αὐτῷ, ὅτι καὶ μόνη σου ἡ θεωρία δυνάμεως μὲν ἁπάσης ἔρημόν με κατέστησε ,θορύβου δὲ καὶ ταραχῆς τὴν ψυχὴν καὶ τῆς προτέρας εὐταξίας τὸν λογισμὸν ἐγύμνωσεν. τοσαύτην γὰρ ἀγωνίαν ἐκ τοῦ δέους ἐδεξάμην, ὡς μηδὲ συνήθως ἀναπνεῖν δύνασθαι τὸν ἀέρα· πῶς οὖν δυνήσομαι ἢ συνιέναι τῶν ὑπὸ σοῦ λεγομένων ἢ ἀπόκρισιν τὴν ἁρμόττουσαν ἀντιδοῦναι; μηδεὶς δὲ νομιζέτω τὸν ὀφθέντα αὐτὸν εἶναι τὸν δεσπότην, ἐπειδὴ κύριον αὐτὸν ὁ δανιὴλ προσαγορεύει. οὗτος γὰρ αὐτὸς ἐν τῷ τέλει τῆς ὀπτασίας ἀνατείνας φησὶν εἰς τὸν οὐρανὸν τὰς χεῖρας αὑτοῦ, ὤμοσεν ἐν τῷ ζῶντι κυρίῳ τὴν δουλείαν εὐγνωμόνως ὁμολογῶν. κύριον τοίνυν αὐτὸν ἀποκαλεῖ οὐχ ὡς θεόν, ἀλλὰ τιμὴν ἀπονέμων τὴν προσήκουσαν. καὶ γὰρ ἡμεῖς τοῖς ἐντιμοτέροις τῶν ἀνθρώπων διαλεγόμενοι τούτῳ κεχρῆσθαι εἰώθαμεν τῷ προσρήματι, ὥσπερ καὶ ὁ μακάριος ἀβραὰμ τοὺς ἀγγέλους ὡς ἄνδρας θεασάμενος καὶ ὡς ἀνδράσι διαλεγόμενος· δέομαι, κύριε, εἶπεν, εἰ ἄρα ηὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν σου. καὶ ἡ μακαρία ῥεβέκκα τῷ οἰκέτῃ τοῦ μακαρίου ἀβραάμ · πίε ἔφη κύριε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι. οὐκοῦν καὶ ἐνταῦθα τὸ κύριος οὐ τὸν τῶν ὅλων σημαίνει θεόν· καὶ τοῦτο σαφέστερον ἐκ τοῦ τέλους γνωρισόμεθα, τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα.