Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 16-7
Not analysed yet
καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ. ῥᾴδιον γάρ φησι λοιπὸν ἑκάστῳ καταφρονεῖν αὐτοῦ, τῷ μὴ δύνασθαι ἀνταγωνίζεσθαι, καὶ τῶν ἐναντίων περιγενέσθαι. καὶ στήσεται ἐν τῇ γῇ τοῦ σαβείρ. ἔνια τῶν ἀντιγράφων ἐν τῇ γῇ τοῦ σαβαείρ. ἔχει· τινὲς δὲ τῶν τὴν ἑβραίαν φωνὴν εἰς τὴν ἑλλάδα μεταβεβληκότων, γῆν θελήσεως τὴν γῆν τοῦ σαβεὶρ κεκλήκασι· σημαίνει δὲ τὴν τῆς ἐπαγγελίας γῆν, θελήσεως οὖσαν· καὶ τὸ ὄρος τὸ σιών, ὃ ἠγάπησε καὶ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ. καὶ τὸ σαβαεὶρ δὲ δυνάμεων ἑρμηνεύεται. εἴτε γοῦν γῆ εὐδοκίας, εἴτε γῆ δυνάμεως ἡ ἰουδαία κέκληται (καὶ γὰρ καὶ ἄνω δύναμιν αὐτὴν προσηγόρευσε, καὶ ἐνταῦθα σαβαεὶρ εἴτ’ οὖν σαβείρ),εἰσελεύσεταί φησιν ὁ βασιλεὺς τοῦ βορρᾶ καὶ εἰς ταύτην τὴν γῆν. καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ. τουτέστιν εὐοδωθήσεται· οὕτω γὰρ ἡμᾶς καὶ ἰώσηπος διὰ τῆς ἱστορίας ἐδίδαξεν, ὅτι αὐτόματοι τὸν ἀντίοχον οἱ ἰουδαῖοι δεξάμενοι σφόδρα ὑπ’ αὐτοῦ ἐτιμήθησαν.