Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-3
Not analysed yet
διὰ συγκρίματός, φησιν εἲρ, ὁ λόγος καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα. ἀψευδὴς, φησίν, ὁ λόγος· ἄγγελος γὰρ ἅγιος ὁ εἰρηκώς, ἐγρηγορώς, ἀσώματος. εἴρηται δὲ ταῦτα, φησί, καὶ γίνεται, οὐ μάτην, ἀλλ’ ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτὴν καὶ ἐξουθένημα ἀνθρώπου ἀναστήσει ἐπ’ αὐτήν. ταῦτα φησὶν ὁ ἄγγελος ἔφη, ὅτι τούτου χάριν τὰ κατὰ τὸ δένδρον γενήσεται, ἵνα διὰ τούτου μάθωσιν ἅπαντες, ἕνα εἶναι δεσπότην καὶ βασιλέα τοὺς ἐπὶ γῆς καθιστῶντα βασιλέας, καὶ ἐγχειρίζοντα, ᾧ ἐὰν θέλῃ, τὴν βασιλείαν. δεικνὺς γὰρ τὴν ἑαυτοῦ ἐξουσίαν, καὶ τὸν εὐτελέστατον ὅτε, καὶ οὐδὲν εἶναι νομιζόμενον, ἀποφαίνει βασιλέα, καὶ τοὺς ἐν τοῖς μεγίστοις ὄντας ἀξιώμασιν ὑπακούειν αὐτῷ παρασκευάζει. οὕτω πληρώσας τὸ τοῦ ἐνυπνίου διήγημα, φησὶ πρὸς τὸν δανιήλ ·