Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 17-7
Not analysed yet
καὶ νῦν εἰσάκουσον, κύριε ὁ θεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου, καὶ τῶν δεήσεων αὐτοῦ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον. δέξαι φησὶ τοῦ δούλου σου τὴν δέησιν, δέσποτα, καὶ βλέπε τὴν ἐρήμωσιν τοῦ ἁγιασθέντος ὑπὸ σοῦ τόπου, καὶ τῆς σῆς αὐτὸν αὖθις πλήρωσον χάριτος. καὶ ἐπειδὴ ἀνάξιος ἦν ὁ λαὸς τούτων τυχεῖν, σφόδρα ἁρμοδίως ἐπήγαγεν· ἕνεκεν σοῦ κύριε. τὰ σαυτῷ φησὶ πρέποντα ποίησον, δέσποτα, καὶ μὴ τὰς ἡμετέρας λογίσῃ παρανομίας, ἀλλὰ τὰς ἀεννάους τῆς σῆς φιλανθρωπίας πηγάς. καὶ ἐπιμένων τῇ προσευχῇ·