Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 19-2
Not analysed yet
ὁ θεός, φησίν, ὁ ὕψιστος, τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκε ναβουχοδονόσορ ,τῷ πατρί σου. καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν αὐτῷ, πάντες λαοὶ καὶ φυλαὶ καὶ γλῶσσαι ἦσαν τρέμοντες αὐτὸν καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. μὴ νομίσῃς φησὶν ὅτι τῇ οἰκείᾳ ῥώμῃ χρησάμενος ὁ σὸς πατὴρ ἅπασαν τὴν οἰκουμένην ὑπέταξε, καὶ τὰ μυρία τῶν ἐθνῶν γένη γλώσσαις χρώμενα διαφόροις ὑπὸ μίαν ἐποιήσατο βασιλείαν. ὁ γὰρ τῶν ὅλων δεσπότης, τῶν ἁπάντων ὁ ποιητής, ὁ σοφῶς ἅπαντα πρυτανεύων ταύτην αὐτῷ δέδωκε τὴν βασιλείαν, καὶ διὰ τὸν θεῖον ὅρον ὁ τοῦ πατρός σου φόβος τοῖς ὑπηκόοις ἐπέκειτο. καὶ οὓς ἐβούλετο, φησὶν αὐτὸς ἀνῄρει, καὶ οὓς ἐβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἐβούλετο αὐτὸς ἐταπείνου. τοσαύτην, φησίν, ἔλαβε παρὰ τοῦ θεοῦ τὴν ἐξουσίαν, ὡς δύνασθαι καὶ τοὺς ἐν ὕψει ὄντας ταπεινοὺς ἀποφαίνειν, καὶ τοὺς ἀφανεῖς λίαν καὶ εὐτελεῖς περιβλέπτους ποιεῖν.