Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 18-6
Not analysed yet
κλῖνόν φησιν ὁ θεός μου, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν, καὶ τῆς πόλεώς σου. καὶ ἔτι πλέον προσοικειῶν αὐτῷ τὴν πόλιν ἔφη· ἐφ’ ᾗ ἐπικέκληταί σου τὸ ὄνομα ἐν αὐτῇ τὸ δὲ κλῖνον τὸ οὖς σου, καὶ ἄνοιξον τοὺς ὀφθαλμούς σου. ἀντὶ τοῦ μὴ ἀποστραφῇς μου τὴν δέησιν, ἀλλὰ μετ’ εὐμενείας ἄκουσόν μου τῆς προσευχῆς. οἶδε γὰρ καὶ αὐτὸς ὡς τὸ θεῖον ἀσώματον ἑτέρως δὲ ἄνθρωπος ὢν οὐκ οἶδε διαλεχθῆναι θεῷ. ἀλλ’ ἐπειδὴ τῶν ἀνθρώπων ἕκαστος διὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾷ, διὰ δὲ τῶν ὤτων ἀκούει, τέθεικε ταῦτα καὶ ἐπὶ τοῦ ἀσωμάτου θεοῦ, τὰς ἐνεργείας οὕτω καλῶν. τούτοις ἐπάγει· ὅτι οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς ῥίπτομεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλ’ ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλοὺς κύριε. οὐ γὰρ ταῖς δικαιοσύναις ἡμῶν φησὶν ἡμῶν θαρροῦντες τὴν σὴν αἰτοῦμεν φιλανθρωπίαν, ἀλλὰ τῷ σῷ πεποιθότες ἐλέῳ τολμῶμεν τὴν δέησιν.