Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 19-6
Not analysed yet
καὶ προσέθετο φησί καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· μὴ φοβοῦ, ἄνερ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε. ἀντὶ τοῦ μηδὲν ἀγωνιάσῃς· οὐ γὰρ ἐπὶ λύμῃ σου παρεγενόμην, ἀλλ’ ὥστε γνωρίσαι σοι, ἃ μαθεῖν ἐπεθύμησας· τὸ δέος τοίνυν ἀπορρίψας ἀνδρίζου, καὶ ἴσχυε. καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκολούθησε.