Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 19-5
Not analysed yet
εἰσάκουσον οὖν, κύριε, ἱλάσθητι, κύριε, πρόσχες, κύριε· μὴ χρονίσῃς ἕνεκέν σου, ὁ θεός μου. ἄξιον δὲ θαυμάσαι τῶν εἰρημένων τὴν τάξιν. ἱκετεύει γὰρ τὸν θεόν, πρῶτον μὲν ἀκοῦσαι τῆς προσευχῆς, καὶ μὴ ἀπώσασθαι τὴν ἱκετηρίαν· εἶτα ἀκούσαντα ἵλεων γενέσθαι, ἵλεων δὲ γενόμενον προσέχειν εὐμενῶς, δείξαντα δὲ τὴν οἰκείαν εὐμένειαν ποιῆσαι καὶ πληρῶσαι τὴν ἱκετείαν. τούτοις ἐπήγαγε· μὴ χρονίσῃς, ἀντὶ τοῦ μὴ ἀναβάλῃ τὴν δέησιν εἰς ἕτερον χρόνον, ἀλλ’ αὐτίκα τῆς ἐπιφανείας ἡμᾶς ἀξίωσον. καὶ τῆς εὐχῆς δὲ τὸ τέλος τῆς τοῦ δανιὴλ ταπεινοφροσύνης ἄξιον. ἔνεκέν σου, φησίν, ὁ θεός μου. οὐδὲ γὰρ ἐγὼ ἄξιος τοῦ ταύτην λαβεῖν τὴν χάριν· ἀλλ’ ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου. οὕτως αἰτήσας, καὶ μετὰ τοσαύτης προθυμίας τὴν ὑπὲρ τῶν ὁμοφύλων ἱκετηρίαν προσενεγκὼν καὶ ἀντιβολήσας μὴ χρονίσαι τὸν θεόν, παραυτίκα τῆς θείας ἀποκρίσεως ἀπολαύει.