Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος θ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 21-7
Not analysed yet
ἔτι γάρ μου, φησί, λαλοῦντος, καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἀνομίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ ἰσραὴλ καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου τοῦ θεοῦ μου. καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει μου ἐν τῆι ἀρχῆι, πετόμενος. ταύτήν φησι τὴν ἱκετείαν προσφέρων, καὶ τῆς κοινῆς ἡμῶν παρανομίας κατηγορῶν, μηδέπω πέρας ἐπιθεὶς τῇ προσευχῇ, ὁρῶ τὸν γαβριὴλ πετόμενον, καὶ πρὸς ἐμὲ θέοντα· ἔγνων δὲ τίς ἐστιν, ἤδη πρότερον ὄναρ αὐτὸν θεασάμενος· καὶ τὴν προσηγορίαν δὲ αὐτοῦ ἔμαθον, ἀκούσας τηνικαῦτα τοῦ δεσπότου καλέσαντος, καὶ προστάξαντος· γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. ἄνδρα δὲ αὐτὸν κέκληκεν ἀπὸ τῆς θέας τὴν προσηγορίαν τεθεικώς. καὶ γὰρ ἐν ἐκείνῳ τῷ ἐνυπνίῳ φησίν· ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός οὗ χάριν καὶ ἐνταῦθά φησιν· ἰδοὺ ὁ ἀνὴρ γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει μου ἐν ἀρχῇ, πετόμενος. πετᾶσθαι δὲ καὶ αὐτὸν ἔφη ὀξέως διατέμνοντα τὸν ἀέρα, καὶ παρ’ αὐτὸν θέοντα θεασάμενος. καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς. ἀντὶ τοῦ κατὰ τὸν καιρὸν τῆς ἑσπερινῆς λατρείας, ἢ τοσοῦτον καιρόν, ὅσον ἡ ἑσπερινὴ κατέχει λατρεία .