Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-3
Not analysed yet
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἐνυπνιάσθην ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον. καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασιλεῖ συριστί, καὶ εἶπον βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι. σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν . καὶ τὴν μὲν αίτησιν τῷ ὄντι ἀκόλουθον ἐποιήσαντο, ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἦν διανοίας θείας ἑρμηνεύειν ἀποκαλύψεις διχα τῆς ἄνωθεν συνεργίας. συριστὶ δὲ τὴν διάλεξιν οἱ χαλδαῖοι πεποίηνται ὡς ἐκ διαφόρων συνειλεγμένοι ἐθνῶν καὶ ἰδίαν μὲν γλῶτταν ἑκάστων ἐχόντων, κοινῇ δὲ πάντων τῇ σύρων χρωμένων φωνῇ, διδάξαι βουλόμενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον. ἀλλ ̓ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα μὴ ἀπαιτεῖν παρ ̓ ἀνθρώπων τὰ παρὰ τὴν φύσιν.