Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 4-4
Not analysed yet
ἐγὼ ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου καὶ πίων ἐν τῷ λαῷ μου τέθεικε δὲ τὴν ἑαυτοῦ προσηγορίαν οὐχ ἁπλῶς, ἀλλ’ἵνα τὸ ὄνομα μαρτυρήσῃ τοῖς λόγοις. ἐπειδὴ γὰρ σφόδρα ἐπίσημος ἦν. ἅτε δὴ πάντων τῶν κατὰ τὴν ἀσίαν, καὶ τὴν αἴγυπτον καὶ τὴν αἰθιοπίαν· τὴν ἡγεμονίαν λαβὼν, προτέθεικεν αὐτοῦ τὴν προσηγορίαν ἀρκοῦσαν εἰς μαρτυρίαν τῶν λεγομένων. ἔφη δέ· ὅτι ἐν ἄκρᾳ οὖν εὐκληρίᾳ, καὶ μυρίοις ἀγαθοῖς περιρρεόμενος διετέλουν· ἐν τούτοις δὲ ὢν