Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 3-6
Not analysed yet
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς ἐπὶ τοῦ οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου. τὴν περσικὴν βασιλείαν κριῷ ἐοικυῖαν ὁρᾷ, ἅτε δὴ πλούτῳ κομῶσαν, καὶ πολλὴν περιουσίας ἔχουσαν ἀφθονίαν. δύο κέρατα ἐν τῷ κριῷ θεωρεῖ, ἐπειδὴ πρῶτος μὲν αὐτῶν ἐβασίλευσε κῦρος ,μέχρι δὲ παίδων μόνον τὴν βασιλείαν παρέπεμψε· καμβύσου γὰρ τοῦ υἱέως αὐτοῦ τελευτήσαντος ὀλίγους μὲν μῆνας οἱ μάγοι κατέσχον τὴν βασιλείαν· παρέλαβε δὲ αὐτὴν μικρὸν ὕστερον δαρεῖος ὁ ὑστάσπου, ὃς μέχρις ἐκγόνων καὶ ἀπογόνων τὴν βασιλείαν παρέπεμψεν, ἕως δαρείου τοῦ τελευταίου, ὃν ἀλέξανδρος ὁ μακεδὼν ἀνελὼν τὴν βασιλείαν παρέλαβε. τὰ τοίνυν δύο γένη τῶν βασιλέων διὰ τῶν δύο κεράτων σημαίνεται· καὶ ἄμφω μὲν ὑψηλὰ θεωρεῖ, ὑψηλότερον δὲ τοῦ προτέρου τὸ δεύτερον. ὡς γὰρ ἤδη προειρήκαμεν, πλείων ἐπὶ δαρείου καὶ ξέρξου ἡ βασιλεία ἐγένετο. ὁ μὲν γὰρ κῦρος τόν τε εὔξεινον πόντον καὶ τὴν ἀσίαν ἐχειρώσατο· δαρεῖος δὲ καὶ σκύθας τοὺς νομάδας τοῖς ὑπηκόοις συνέταξεν· ὁ δὲ ξέρξης καὶ τῇ εὐρώπῃ τῆς βασιλείας ἐπειράθη τὸν ζυγὸν ἐπιθεῖναι. τούτου χάριν δύο κέρατα ἐν τῷ κριῷ θεωρεῖ, ἀλλὰ τὸ μὲν πρότερον, τὸ δὲ δεύτερον καὶ τὸ δεύτερον ὑψηλότερον τοῦ προτέρου.