Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 22-4
Not analysed yet
βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι. τὴν συνήθη πρόσρησιν τῶν οἰκείων λόγων προτάττει, ἀντὶ τοῦ· γένοιτό σοι ἐπὶ πλεῖστον ζῆν. καὶ γὰρ καὶ ἐπὶ τοῦ παρόντος, ὡς καὶ ἤδη προειρήκαμεν, αἰωνίους τοὺς βασιλέας ἐν τοῖς τῶν συμβολαίων γραμματείοις τινὲς προσαγορεύειν εἰώθασιν.