Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24-7
Not analysed yet
ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ, καὶ συνιῶν προβλήματα. καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ. τὴν πανουργίαν τοῦ ἀντιόχου διὰ τούτων αἰνίττεται, καὶ πρὸς τῇ πανουργίᾳ, ἣν ἐκέκτητο δύναμιν. εἶτα διδάσκων ὡς ταῦτα ποιήσει, τοῦ θεοῦ δηλονότι συγχωροῦντος, ἀναγκαίως ἐπήγαγε· καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. καὶ τῷ ἀσσυρίῳ δέ φησιν ὁ θεὸς διὰ ἡσαΐου τοῦ προφήτου· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; οὕτω δὲ καὶ ἐνταῦθα, φησίν, ὅτι ταῦτα τολμήσει ὁ ἀντίοχος, οὐχ ὡς δυνατός, ἀλλὰ τοῦ θεοῦ συγχωροῦντος.