Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 22-6
Not analysed yet
καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ, καὶ συντριβήσονται. πάλιν δὲ ἐνταῦθα τὴν τῶν αἰγυπτίων ᾐνίξατο βασιλείαν, ὅτι κἀκεῖνοι οἱ τὰ μεγάλα δυνάμενοι, καὶ δίκην κατακλυσμοῦ τοὺς ἀνθισταμένους διαφθείροντες, καὶ ἀφανεῖς καὶ φρούδους ἀποφαίνοντες, καὶ οὗτοι ὑπ’ αὐτοῦ κατακλυσθήσονται καὶ συντριβήσονται, οὐχ οὗτοι δὲ μόνοι, ἀλλὰ καί γε ἡγούμενος διαθήκης.