Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 23-3
Not analysed yet
ὁ θεός μου φησὶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἐνέφραξε τὸ στόμα τῶν λεόντων καὶ οὐκ ἐλυμήναντό με, ὅτι καὶ ἔναντι αὐτοῦ εὐθύτης καὶ δικαιοσύνη εὑρέθη μοι, καὶ ἐνώπιον δέ σου, βασιλεῦ, παράπτωμα οὐχ εὑρέθη ἐν ἐμοί. δίκαιος γὰρ ὢν φησὶν ὁ θεός, καὶ δικαίως ἅπαντα πρυτανεύων, θεασάμενος ὅτι τῶν δυσσεβῶν νόμων τὴν αὐτοῦ προτετίμηκα θεραπείαν, καὶ εἰς τὴν σὴν δὲ βασιλείαν οὐδὲν πώποτε πεπλημμέληκα, κρείττονά με τῆς τῶν λεόντων ἀπέφηνε λύμης, καὶ μᾶλλον εἰκόνας λεόντων ἢ λέοντας ἔδειξεν.