Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 23-6
Not analysed yet
καὶ ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον. ἐνταῦθα προσημαίνει τὴν γενομένην ἐπανάστασιν ὀνίᾳ τῷ ἀρχιερεῖ ὑπὸ ἰησοῦ τοῦ καὶ ἰάσωνος, καὶ ὀνίου τοῦ μενελάου· τούτων γὰρ πρότερον μὲν ὁ ἰάσων πρὸς τὸν ἀντίοχον δραμὼν τὸν οἰκεῖον ἀδελφὸν τῆς ἀρχιερωσύνης ἐξέβαλεν· ὁ δὲ μενέλαος, δῶρα καὶ χρυσίον ἀποσταλεὶς κομίσαι τῷ ἀντιόχῳ ,εἰς ἑαυτὸν πάλιν τὴν ἀρχιερωσύνην μεταθείς, ἐξήλασε τὸν ἰάσωνα. ἐντεῦθεν αἱ δειναὶ καὶ χαλεπαὶ συμφοραὶ τὸ ἰουδαίων κατέλαβον ἔθνος. ταῦτα ὁ μακάριος προδιδασκόμενος δανιὴλ ἀκούει, ὅτι· βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπ’ αὐτοῦ. λέγει δὲ πτολεμαῖον τὸν φιλομήτορα· οὗτος γὰρ πτολεμαῖον τὸν ἐπιφανῆ διεδέξατο. τούτοις ἐπήγαγε· καί γε ἡγούμενος διαθήκης. λέγει δὲ τὸν ἀρχιερέα τὸν εὐσεβῆ, τὸν τοῦ ἰάσονος ἀδελφόν, καὶ προδιδάσκει, ὅτι κἀκεῖνον τοῦ ἀρχιερατεύειν παύσει. εἶτα διδάσκει τὸν τρόπον· καὶ ἀπὸ τῶν συμμίξεων πρὸς αὐτὸν ποιήσει δόλον. χρήσεται γάρ φησι διακόνοις τοῖς τὸ αὐτὸ γένος ἔχειν σεμνυνομένοις, καὶ δόλῳ συνεργῷ χρώμενος μυρία δεινὰ εἰς τὸ ἔθνος ἐργάσεται. ἀναβήσεται δὲ καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει. ἐξαπατήσας γὰρ τοὺς τὰ ἱεροσόλυμα οἰκοῦντας, ὡς μετ’ εἰρήνης εἰσιέναι μέλλων, πρῶτον μὲν ἐπιβῆναι τῶν ἀδύτων ἐτόλμησε τοῦ θείου νεώ, ἔπειτα ἅπαντα τὸν ἐπικείμενον κόσμον ἀφελών, καὶ τὰ ἀφιερωμένα τῇ θείᾳ λειτουργίᾳ σκεύη, οὕτως ἐξελήλυθεν. αὖθις δὲ πάλιν ἐπιστρατεύσας τῇ πόλει, ὀκτὼ μὲν μυριάδας ἀνθρώπων κατέσφαξεν, ἄλλας δὲ τοσαύτας ἐξανδραποδίσας διαπραθῆναι προσέταξε, καὶ οὐδὲ τούτοις ἀρκεσθείς, τοὺς ἑαυτοῦ στρατηγοὺς ἀποστείλας, ἑτέρους πάλιν μυρίους φόνους εἰργάσατο. ταῦτα προσημαίνων φησί·