Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24-5
Not analysed yet
τότε ὁ βασιλεὺς φησὶ πολὺ ἠγαθύνθη ἐπ’ αὐτῷ, καὶ τὸν δανιὴλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκκου. περιχαρὴς γὰρ γενόμενος καὶ θυμηδίας ἀνάπλεως, ἅτε δὴ καὶ τοῦ θεοῦ τὴν δύναμιν γνοὺς, καὶ τοῦ ἀγαπωμένου τὴν σωτηρίαν μαθὼν, παραυτίκα αὐτὸν ἐκ τοῦ λάκκου ἀνενεχθῆναι προσέταξεν. εἶτα θεασάμενος αὐτὸν σῶον καὶ ἐρρωμένον, καὶ οὐδεμίαν ἐσχηκότα διαφθορὰν ἐκ τῆς τῶν λεόντων προσβολῆς, τοὺς τοῦ δανιὴλ κατηγόρους προσέταξε παραδοθῆναι τοῖς λέουσι σὺν τοῖς υἱέσι καὶ γυναιξί.