Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24-6
Not analysed yet
καὶ τὰ δέκα κέρατα αὐτοῦ φησι δέκα βασιλεῖς ἀναστήσονται. ἐπισημήνασθαι δὲ χρή, ὅτι οὐκ εἶπεν αὐτοὺς ἀναστήσεσθαι ἕνα καθ’ ἕνα ἀλλήλους διαδεχομένους, ἀλλὰ κατὰ ταὐτὸν ἀναστήσεσθαι· καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, τὰ ἐπαγόμενα μαρτυρεῖ· καὶ ὀπίσω γὰρ αὐτῶν, φησίν, ἀναστήσεται βασιλεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει. εἰ δὲ μὴ κατὰ ταὐτὸν ἐβασίλευον, ἀλλὰ καθ’ ἕνα ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμενος, πῶς οὗτος τρεῖς κατὰ ταὐτὸν τῶν πρὸ αὐτοῦ ταπεινώσει; οὐκοῦν εὔδηλον, ὡς τοὺς δέκα πρὸς τῷ τέλει κατὰ ταὐτὸν ἀναστήσεσθαι προλέγει· ἔσχατον δὲ τὸν ἀντίχριστον ἀνιστάμενον, καὶ τῆς βασιλείας ἀντιλαμβανόμενον, πολεμήσειν μὲν αὐτοῖς φησι, τρεῖς δὲ ἐξ αὐτῶν καταλύσειν· μὴ ἀρκούμενος δὲ τῇ κατὰ τῶν ἀνθρώπων νίκῃ·