Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 24-8
Not analysed yet
καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει. καὶ ἐν εὐθηνίᾳ, καὶ ἐν πίοσι χώραις ἥξει. οὔτε γὰρ δι’ ἀπορίαν, φησί, μετ’ ὀλίγων ἀφίξεται, ἀλλὰ διὰ τὴν τοῦ φρονήματος ἀλαζονείαν· ἔστι γὰρ αὐτῷ καὶ εὐθηνία καὶ ἀπόλαυσις μυρίων ἐθνῶν πιόνων, καὶ φόρον πολὺν χορηγούντων. καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ ὕπαρξιν, καὶ σκύλα αὐτοῖς διασκορπιεῖ πάντων γὰρ αὐτοῦ τῶν πατέρων, καὶ τῶν προγόνων ἁπάντων τὸ ἰουδαίων ἔθνος τετιμηκότων, τἀναντία οὗτος πάντα ἐργάσεται, ἀναιρῶν καὶ ληιζόμενος, καὶ ἐξανδραποδιζόμενος, καὶ τοῖς συστρατευομένοις τὰ τούτων δωρούμενος. καὶ ἐπ’ αἴγυπτόν φησι λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ. ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ κρατήσει.