Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 25
Not analysed yet
τότε ὁ δὲ ἀριὼχ τούτων ἀκούσας τῶν λόγων σπουδῇ τὸν δανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ· εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ . πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέγονεν, ὅτι οὐδέπω τῆς τοῦ δανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει. οὐ γὰρ εἴπερ ἐγινώσκετο ἀορίστως εἶπεν ὁ ἀριὼχ · εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ.