Ancient Greek · ~2 min
26 to 27
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 26-4-27
Not analysed yet
ἡ μὲν οὖν γραφή ἐστιν αὕτη· μανή, θεκέλ, φαρές· τὸ δὲ σύγκριμα τοῦ ῥήματος τοῦτο. σύγκριμα δὲ τὴν ἑρμηνείαν καλεῖ. μανή· ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν· τουτέστιν, εἶδέ σε τῆς βασιλείας ἀνάξιον, καὶ ταύτης γυμνὸν ἐδοκίμασεν ἀποφῆναι θεκέλ· ἐστάθη ἐν ζυγῷ, καὶ ηὑρέθη ὑστεροῦσα. ἐδίδαξε δὲ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἡμᾶς διὰ τούτων ὁ προφήτης, ὡς οὐδὲν ἀστάθμητον παρὰ τῷ θεῷ, ἀλλὰ καὶ ὁ ἔλεος καὶ ἡ μακροθυμία μέτρῳ τινὶ καὶ σταθμῷ τοῖς ἀνθρώποις παρέχεται. ἐπειδὴ τοίνυν φησὶν ὑπερέβης τῆς φιλανθρωπίας τοὺς ὅρους, δέχου τὴν θείαν ἀπόφασιν