Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 25-3
Not analysed yet
καὶ οὐκ ἔφθασεν φησὶν εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες, καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν καὶ τοῦτο γὰρ τῆς θείας ἔργον δικαιοσύνης τε καὶ σοφίας. ἵνα γὰρ μὴ λέγωσιν, ὡς διὰ πλησμονὴν καὶ κόρον οἱ λέοντες ἀπείχοντο. τοῦ δανιὴλ καὶ σμικρύνωσι τῷ φθόνῳ τὸ γενόμενον θαῦμα, ἐμβληθέντες ἐμαρτύρησαν, τῇ τῶν λεόντων ὠμότητι· ἐξήρπαζον γὰρ αὐτοὺς καταφερομένους οἱ λέοντες, καὶ μηδέπω τοὺς χαλωμένους τῆς γῆς ἐφικνουμένους ἐξ αὐτοῦ τοῦ ἀέρος λαμβάνοντες ἐποιοῦντο τροφήν. δίκας μὲν οὖν τὰς ἀξίας δεδωκότες τὸ δίκαιον κηρύττουσι τοῦ θεοῦ· οὕτω δὲ ῥᾷστα καταναλωθέντες ὑπὸ τῶν θηρίων τὴν τοῦ θεοῦ σοφίαν ὑποδεικνύουσι, καὶ διδάσκουσιν ἅπαντας, ὡς οὐχ ὁ τῶν λεόντων κόρος, ἀλλ’ ὁ περὶ τὸν θεὸν τοῦ δανιὴλ πόθος, τῆς τῶν λεόντων αὐτὸν λύμης ἀπέφηνε κρείττονα.